Οὐδεὶς γάρ μοι πάσχοντι παρίστη, φησὶν, ἐξ οὐδενὸς ἦν ἔθνους ὁ συναλγῶν, καὶ τό γε ἧκον εἰς ἀνθρώπους, ἀνεπικούρητος ἦν παντελῶς, ἐπιπηδώσης αὐτῷ τῆς τε σπείρας τῶν στρατιωτῶν, καὶ τῆς τῶν ὑπηρετῶν ἀγριότητος, «οἳ καὶ ἀπήγαγον αὐτὸν πρὸς Καϊάφαν, καθά φησιν ὁ εὐαγγελιστὴς, τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον,» πλὴν καὶ τοῦτο προηγόρευσεν ὁ Χριστός· ἔφη γάρ· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε, καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾽ ἐμοῦ ἐστιν.» Ἔφη δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὗρον, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Οὐκοῦν «Οὐδεὶς ἦν μετ᾽ ἐμοῦ, φησὶν, ἐκ πάντων τῶν ἐθνῶν.» Ἆρ᾽ οὖν, ἐπεὶ μόνος ἦσθα, καὶ τῶν συναθλούντων ἔρημος, ἥττων γέγονας τῆς τῶν πολεμούντων χειρός; Ἆρα κεκρατήκασι, καὶ τῆς σῆς ἰσχύος κατευμεγεθήσαντες, χαίρουσί τε λοιπὸν, ὡς νενικηκότες; Οὐδαμῶς, φησί.