Διὸ λέλεκται· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις κατεσκάφησαν. Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκηνωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως, σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων Γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. Διὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προφητεία· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν,» καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φησιν, οὐ διά τινα εἰδωλολατρείαν, ἀλλ᾽ «ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν προφητείαν, «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης,» δι᾽ οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. Ὅθεν εἴρηται παρὰ τῷ Ἀποστόλῳ· «Εἰ γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Τίνι δὲ παρέδωκεν αὐτὸν, Ἡσαΐας διδάξει λέγων· «Καὶ Κύριος παρέδωκεν αὐτὸν ἁμαρτίαις ἡμῶν·» διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ.