Διὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἡ γὰρ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἶτ᾽ ἐπιλέγει· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.» Πάλιν δὲ κἀνταῦθα τὸ, «εἰσήκουσεν,» ἀντὶ τοῦ, «εἰσακούσεται,» εἴρηται, καὶ τὸ, «οὐκ ἐξουδένωσεν,» ἀντὶ τοῦ, «οὐκ ἐξουδενώσει.» Προειπὼν γὰρ, «Ζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,» θαρσούντως φησὶ, Ζητήσατε, ὅτι εἰσακούσεται τῶν πενήτων. Οὐ γὰρ τρυφώντων ἐστὶν ὁ Θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζονευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. Διὸ εἴρηται· «Ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Θαρσοῦντες οὖν ζητήσατε τὸν Θεὸν, εἰδότες, ὅτι εἰσακούσεται ὑμῶν τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει· ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.» Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου λέγοντος· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» ᾧ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ.