Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μακροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι <Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε.> (A f. 48 b, B f. 29) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει καθ᾽ ὑμῶν τὴν μάχαιραν. Φιλάνθρωπον δὲ τὸ κήρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐτοῖς· ἀλλ᾽ εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [cod. υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσονται τοῦ Κριτοῦ λέγοντος· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι,» καὶ τὰ ἑξῆς.