Ἁρμόσειε δ᾽ ἂν τὸ ῥητὸν καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ συλλαβόντες, ἤγουν ἐν ὠδῖσι προεισδεξάμενοι, τῆς κατὰ Χριστοῦ δυσσεβείας τὰ σπέρματα, τῆς τοῦ διαβόλου σκαιότητος ταῦτα αὐτοῖς ἐνσπειράσης, ἐξέτεκον ἀνομίαν, τὴν κατ᾽ αὐτοῦ δηλονότι. Ὠδίνησεν ἀδικίαν καὶ ἔτεκεν ἀνομίαν καὶ αὐτὸς ὁ Σατανᾶς· πειράζων μὲν γὰρ προσῆλθε κατὰ τὴν ἔρημον· εἶτα ἀπέστη μέχρι καιροῦ, καὶ εἰς πέρας ἤγαγε τὸν ἐξ ἀρχῆς τεθέντα σκοπόν. Κατέθηξε γὰρ ἐν αὐτῷ τὰς τῶν Ἰουδαίων καρδίας καὶ τὴν τοῦ προδότου ψυχὴν, ὃς δὴ καὶ κατ᾽ αὐτὸν τὸν τῆς ἑαυτοῦ δυσσεβείας πατέρα, φημὶ δὴ τὸν Σατανᾶν, συνέλαβε μὲν ἀδικίαν κατὰ τοῦ Χριστοῦ, αἰσχρῶν ἕνεκα λημμάτων, καταπροδοῦναι τοῖς φονῶσιν αὐτὸν βουλόμενος. Εἶτα καὶ ἔτεκεν ἀνομίαν· λαβὼν γὰρ τριάκοντα δηνάρια, παρέδωκεν αὐτὸν, σύνθημα φόνου τὸ τῆς ἀγάπης σύμβολον ποιησάμενος, τουτέστι τὸ φίλημα, καὶ αὐτὴν ἀδικήσας τὴν ἀρετήν. Εἶτα δέχεται μὲν ὁ προφήτης, ὡς ἐν λόγῳ παραδείγματος, τὸ ὀρύξαι λάκκον καὶ ἀνασκάψαι αὐτόν· καταλευκαίνει δὲ τοῦ φαινομένου τὴν διάνοιαν, ἐπενεγκὼν εὐθὺς τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. Πόνον δὲ οἶμαι λέγειν αὐτὸν, ἢ τὴν ἐπὶ τῷ τὸν βόθρον ὀρύξαι ματαιοπονίαν, ἢ τὸν φθόνον ὃς κατατήκει τὴν τῶν ἐχόντων καρδίαν· ἀδικίαν δὲ τὴν πλεονεξίαν, ἤγουν τὴν ἐπιβουλὴν ἣν ἄν τις ἐργάσαιτο κατὰ τοῦ πέλας.