Εἴτ᾽ οὖν ὡς ἐν μόσχῳ μέγας εἴη τυχὸν, καὶ μὴν καὶ ἄγαν εὐσθενὴς, ἤγουν ὡς ἔν γε προβάτῳ τὸ μεῖον ἔχων, καὶ τοῦ τελείου κατόπιν ἰὼν, ἑαυτὸν εἰς δωροφορίαν προσκομίζει Θεῷ, καὶ τοῦτο εἰς ὁλοκαύτωμα, τουτέστιν, εἰς ὁλόκληρον ἀφιέρωσιν, οὐ μεμερισμένην ἔχων πρὸς τὰ ἐν κόσμῳ τὴν ζωὴν, ἀλλ᾽ ὅλην ἐξ ὅλου δεκτήν τε [καὶ] ἱερὰν τῷ Θεῷ. Τοιόσδε τις ἔστω τῆς θυσίας ὁ τρόπος· Ἄρσεν τε καὶ ἄμωμον ἔστω τὸ θῦμα, φησί. Σύμμορφοι γὰρ ἀεί πώς εἰσιν οἱ ἅγιοι τοῦ Χριστοῦ, ὅς ἐστιν ἄρσην τε καὶ ἄμωμος ἀληθῶς, τοῦ μὲν ἄρσενος, τὸ ἡγεμονικὸν, τοῦ δὲ ἀμώμου, τὴν ὑπερφυᾶ καὶ ἀνυπέρβλητον ἁγιότητα καταγράφοντος. Εἷς γὰρ ἡμῶν καθηγητὴς καὶ πάναγνος ἀσυγκρίτως, ὁ Ἐμμανουήλ. Ἄλλως τε (χρῆναι γὰρ δεῖ[ν] κἀκεῖνο εἰπεῖν, καὶ οἰήσομαι δεῖν) ἄρσενάς τε καὶ ἀμώμους πρέποι ἂν εἶναι τοὺς Θεῷ καθιερωμένους, οὐδὲν ἔχοντας τὸ θηλυπρεπὲς, οὐ παρειμένους εἰς ῥᾳθυμίαν· ἀλλὰ πολὺ λίαν διανενευκότας εἰς τὸ ἀνδρίζεσθαι δεῖν, ἄρσενά τε καὶ οἱονεὶ διεγηγερμένον τὸν ἔν γε δὴ σφίσιν αὐτοῖς διασώζοντας νοῦν. Καὶ μέντοι πρὸς τόδε φαίην ἂν, ὅτι καθαρούς τε καὶ ἀμώμους εἶναι χρὴ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει. Ψάλλει γάρ που καὶ μάλα ἐμφρόνως ὁ θεσπέσιος Δαβίδ· «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί.»