Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι᾽ αὐτῶν σταυρῷ παραδοθέντα καθ᾽ ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Καὶ οὗτοι μὲν τάδε πείσονται· «Ἐγὼ δὲ,» ὑπ᾽ αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησὶ, «Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις·» καὶ ὁ Σύμμαχος, «καὶ προσθήσω τοῖς ὕμνοις·» ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν Διαθήκην πρὸς τῇ Παλαιᾷ παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι᾽ ὧν φησιν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. Ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως νόμος.