Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, «Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Συνειδήσει δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, «Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,» ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Προασπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ᾽ ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.» Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· «Ὅτι πέτρα μου καὶ ὀχύρωμά μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· «Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.» —«Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· «Ὁ Θεός μου·» Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὁ δὲ λέγων, «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,» καὶ πάντα δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκότως εἴποι ἂν, «Ὁ Θεός μου.»