Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ, Ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ᾽ ἔστι τὸ τῆς παρούσης προφητείας συμπέρασμα. Διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ᾽ ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομολογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατὰ τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Δύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ.