Καὶ πᾶς δὲ, ἤτοι ἐκ κακίας ἐπιστρέφων, ἢ ἐν ἀρετῇ μένων καὶ προκόπτων, λεγέτω· «Νῦν ἠρξάμην·» αὕτη ἡ ἀλλοίωσις, ἣν ἡ δεξιὰ τοῦ Ὑψίστου χαρίζεται, τὸ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖζον προκόπτειν. Ὁ γὰρ προκόπτων εἰς ἀρετὴν, οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Λέγεται δὲ καὶ ὁ Μονογενὴς ἀλλοιωθῆναι, ὡς τῆς θείας φύσεως συγκαταβάσεσι πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης, οὐ κατὰ βολὴν, ἀλλὰ κατὰ πρόσληψιν. <Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.> (E f. 155) Ὁδὸν γὰρ εἶναί φησι τοῦ Θεοῦ τὰς ἀληθείας οἰκονομίας, τὰς ἐφ᾽ ἑκάστῳ πράγματι διοικήσεις, τουτέστιν ἐν παντὶ πράγματι δικαίῳ καὶ ἁγίῳ. <Σὺ εἶ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.> Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν θαυμάσια, ὅτι μόνος ἐστὶ φύσει καὶ ἀληθείᾳ Θεός. <Ἐλυτρώσω ἐν τῷ βραχίονί σου.> (E f. 155, Κυρ., Ἡσυχ., Διδ.) Δύναμιν καὶ βραχίονα νοήσεις εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. [Κολαζομένων γὰρ Αἰγυπτίων καὶ τὰς ἀφορήτους ἐκείνας ὑπομενόντων πληγὰς, ὁ Ἰσραὴλ ἐπαιδεύετο, καὶ ὡς ἥτις ἐστὶν ἡ τοῦ σώζοντος δύναμις δι᾽ αὐτῶν ἐπαιδεύετο τῶν πραγμάτων.] <Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι.> (B f. 329, C f. 162 b, G f. 77 b, H f. 281 b, L f. 181) Λυτροῦται τὸ σωτήριον βάπτισμα, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπαλλάττει γοργῶς.