Νεφέλας ὑπεράνωθεν τὰς ἐν ὕψει λέγει· διόπερ αὐτὰς καὶ θύρας οὐρανοῦ, ὡς προβεβλημένας τοῦ οὐρανοῦ, προσηγόρευσεν· εἰσὶ γάρ τινες τῶν νεφελῶν περίγαιοι, ὥστε καὶ τῶν ὀρέων αὐτὰς κατωτέρας εὑρίσκεσθαι. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Μήποτε γὰρ δι’ ἀδυναμίαν τοῦ πληρῶσαι τὴν αἴτησιν τὸν Θεὸν ὀργισθῆναι νομίσωσι, τὴν μὲν βλασφήμων καὶ οὐκ αἰτούντων, πῶς δεῖ πρεσβεύεσθαι παρὰ Θεοῦ, πῦρ ἐν αὐτοῖς ἀνάψας ἐπήγαγεν, ὥστε καὶ τὸ χωρίον ἐμπυρισμόν, πολλῆς ἐν αὐτῷ τοῦ λαοῦ μοίρας ἐμπρησθείσης, ὀνομάζεσθαι. Μετὰ δὲ τοῦτο τὰ αἰτηθέντα ἔδωκεν. Ἄρτον γε μὴν οὐρανοῦ καὶ ἄρτον ἀγγέλων τὸ μάννα καλεῖ, ἐπειδήπερ οὐ χερσὶν ἀνθρωπίναις παρεσκεύαστο· ἐξ οὐρανοῦ δέ, ἔνθα τῶν ἀγγέλων ὁ χορός, ἐφέρετο. Ἐπισιτισμὸν γὰρ αὐτοῖς ποῖον εἰς πλησμονὴν ἀπέστειλεν, ἔχει σαφῶς τὰ ἑπόμενα· Ἀπῆρε νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χνοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Ἕτοιμα τῷ Θεῷ τὰ ἀγαθά· καιρῷ δὲ ὅμως παρ’ αὐτῷ τῷ δέοντι φυλαττόμενα.