βʹ. Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Γενεὰν δὲ ἑτέραν τὰ ἔθνη καλεῖ, περὶ ἧς καὶ ἀλλαχοῦ φησιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη.
Οἱ δὲ αὐτοὶ καὶ τέκνα τοῦ ὄντως Ἰσραὴλ χρηματίζουσιν, ὥσπερ αὐτῶν κληρονομήσαντες τὴν εἰς Θεὸν εὐσέβειαν· Ὅθεν καὶ Παῦλος ἔλεγεν, Ὧν ἡ υἱοθεσία, καὶ ἡ λατρεία, καὶ ἡ διαθήκη, καὶ ἡ νομοθεσία, καὶ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν ἡμῖν ὡς υἱοῖς τοῦ Κυρίου τὰς αἰνέσεις ἀνήγγειλαν. Οὐδὲ γὰρ τίνα χρὴ τρόπον αἰνεῖν τὸν Θεὸν ἐγινώσκομεν, εἰ μὴ προφῆται ἡμᾶς προλαβόντες ἐδίδαξαν λέγειν, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· καὶ πάλιν, Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· καὶ αὖθις, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, καὶ ὅσα τούτοις ὅμοια. Παρὰ τούτων τὰς δυναστείας τοῦ Θεοῦ, καὶ τὰ θαυμάσια ἃ ἐποίησε μεμαθήκαμεν· δυναστείας μέν, ἃς κατὰ τοῦ Φαραὼ τυχόν, ἢ καὶ τοῦ Ναβουχοδονόσορ, ἢ καὶ τῶν γιγάντων, καὶ τοιούτων ἑτέρων ἐδείξατο· θαυμάσια δὲ τὰ μετὰ τοῦ Ἰώβ, μετὰ τοῦ Δαυΐδ, μετὰ τοῦ Δανιήλ, μετὰ τῶν τριῶν παίδων, καὶ τῶν ἄλλων τῶν ἐν πειρασμοῖς στεφανωθέντων ἐποίησε. Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακώβ. Οἷον, ἢ πότε; Ὅτε ἐπάλαιε μετ’ αὐτοῦ ὁ Θεὸς ἐν τῷ χειμάῤῥῳ Ἰακώβ.