Ἔοικε δὲ διὰ τούτων τὸν τῆς αἰχμαλωσίας ὑποφαίνειν καιρὸν, ὃν διατετελέκασιν οἱ ἐξ Ἰσραὴλ ὑπὸ χεῖρα πεσόντες ἐχθρῶν. Μέχρι γὰρ ἔτους ἑβδομηκοστοῦ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὔτε μὴν τοῖς διαρπάσασι λέγων, Ἀπόδος. Οἰκονομικῶς δὲ σφόδρα μετά γε τὸ φάναι τῶν ἐθνῶν τὴν κλῆσιν, τὰ ἐφ᾽ οἷς ἐκβέβληνται τῆς πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ᾽ αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων Δημιουργοῦ, καλουμένους εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς. Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεοῖς, παρώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει· ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν αὐτόν· καὶ εἶδε Κύριος ὁ Θεὸς, καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.»