Διὸ πρὸς αὐτοὺς ὁ Ἡσαΐας ἔλεγεν· Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ ὑπεναντίους ἔδεται. Καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν.
Οὐδὲ γὰρ ἦσαν οἱ πενθοῦντες αὐτάς, ἡνίκα τὸν τῆς ἁμαρτίας ἀπέθνησκον θάνατον· ὥστε τῶν Ἰουδαϊκῶν τοῦτο διδασκάλων κατηγορίαν ἔγραψεν, ὅτι καὶ πρὸς τὰς παρθένους ἁμαρτανούσας ἀσυμπαθεῖς ἐτύγχανον, καὶ οὐδὲ τὸν Ἱερεμίαν ἐζήλουν λέγοντα· Ἐπὶ συντρίμματι (θυγατρὸς) λαοῦ μου ἐσκοτώθην ἀπορίᾳ, κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. Ἐφ’ ᾧ καὶ τὰ ἑξῆς ἀκολούθως ἐπήγαγεν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὰς δακρύων; Τοιγαροῦν καὶ Παῦλος ἐπιτιμᾷ Κορινθίοις, ἐπειδὴ τὸν πεπορνευκότα παρ’ αὐτοῖς οὐκ ἐπένθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται. Κατηγορία καὶ τοῦτο τῆς κατ’ αὐτῶν ἐπιδόσεως, ὅτι τῷ λόγῳ τοῦ Θεοῦ οἱ ἱερεῖς προσέκοπτον· τοῦτο γὰρ ἦν τὸ ἐν ῥομφαίᾳ πεσεῖν. Καὶ αἱ χῆραι οὐκ εἶχον τοὺς δακρύοντας· ἀσυμπαθοῦς, οὐ μόνον περὶ τὰς παρθένους, ἀλλὰ καὶ περὶ τὰς χήρας, τοῦ διδασκαλικοῦ παρ’ αὐτοῖς τυγχάνοντος τάγματος. Λέγει μὲν παρθένους τὰς ψυχάς, αἵτινες τότε πρῶτον τῆς ἁμαρτίας ἤρξαντο· χήρας δὲ τὰς πολλάκις ἡμαρτηκυίας, καὶ τοῦ Θεοῦ τὸν φόβον ἀποβαλούσας, ὅπερ αὐτὰς εἰς τὴν τοῦ νόμου κοινωνίαν εἰσήγαγε. Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου.