Ἀνέστη Χριστὸς ἡ τῶν πεσόντων ἀνάστασις, καὶ τὸν Ἀδὰμ συνήγειρεν· ἀνέστη Χριστὸς ἡ πάντων ἀνάστασις, καὶ τὴν Εὔαν τῆς κατάρας ἀπήλλαξεν· ἀνέστη Χριστὸς ἡ ἀνάστασις, καὶ τὸν πρὶν ἄκοσμον, καὶ τὰ κοσμήσας ἐφαίδρυνεν· ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ τοὺς ἐχθροὺς αὐτοῦ πάντας πατάξας κατῄσχυνεν. Ἀνέστη, καὶ χαρὰν πάσῃ τῇ κτίσει ἐδωρήσατο· ἀνέστη, καὶ τὸ τοῦ ᾅδου δεσμωτήριον ἐκενώθη· ἀνέστη, καὶ τὴν φθορὰν τῆς φύσεως εἰς ἀφθαρσίαν μετήγαγεν· ἀνέστη Χριστὸς, καὶ τὸν Ἀδὰμ εἰς τὸ ἀρχαῖον ἀξίωμα τῆς ἀθανασίας κατέστησεν. Ἥτις ἐν Χριστῷ καινὴ κτίσις τῇ ἀναστάσει ἀνακαινίζηται· ἥτις ἐν Χριστῷ καινὸς κόσμος, κοσμηθῶμεν οἱ ἄκοσμοι· ἥτις ἐν Χριστῷ Ἐκκλησία, καινὸς οὐρανὸς σήμερον· οὐρανὸς τοῦ ὁρωμένου οὐρανοῦ ὡραιότερος. Οὐ γὰρ ἥλιον περίκειται καθημερινὸν δύνοντα, Ἥλιον δ᾽ ὃν ἐπὶ σταυροῦ αἰδεσθεὶς ἔδυσεν ὁ δοῦλος οὗτος ἥλιος, Ἥλιον, περὶ οὗ φησιν ὁ προφήτης, Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Ἰησοῦν Ἥλιος δικαιοσύνης, Ἥλιον, ὃν ἡ Ἐκκλησία ἀειλαμπῆ περιβέβληται, δι᾽ ὅν φησιν ἡ Γραφή· Ἥλιος ἐξῆλθεν εἰς γῆν, καὶ Λωτὸν, εἰς τύπον τοῦ νόμου, εἰσῆλθεν εἰς Σιγὼρ, ὅπερ σμικρότης ἑρμηνεύεται. Οὗτος ὁ Ἥλιος σοφίζων τὰ ἄσοφα· οὗτος ὁ Ἥλιος ἐν τῷ στερεῷ μετὰ τῆς ἡμῶν πίστεως τεθεμελίωται.