ἐπὶ τῶν ὤμων δὲ ἡ σμάραγδος, ἐπειδὴ πράξεώς ἐστι σημεῖον· ἡ γὰρ πρακτικὴ δύναμις τῶν ὤμων ἤρτηται. διὸ καὶ ὁ θεὸς πρὸς τὴν Ἰερουσαλὴμ λέγει, ‘θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θύγατερ ἠτιμωμένη, ὅτι κύριος κτίζει σε εἰς σωτηρίαν’. καὶ γὰρ τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις ἡ γραφὴ λαμβάνει, ὡς ὅταν λέγῃ περὶ τοῦ Δαυίδ, ‘καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς’. ἐνῆσαν δὲ τῷ λογείῳ τῷ ἐπὶ τοῦ στήθους καὶ οἱ δώδεκα λίθοι ἐνηρμοσμένοι, τὰς δώδεκα φυλὰς ὑποδηλοῦντες. καὶ ὅρα, ἄνω μὲν καὶ ἐπὶ τῶν ὤμων μία ἦν φύσις τῶν λίθων, ὁ σμάραγδος, κάτω δὲ καὶ ἐπὶ τοῦ στήθους οἱ δώδεκα, αἰνιττομένου τοῦ λόγου ὅτι ἄνωθεν μὲν ἅπαντες ἐκ μιᾶς προήλθομεν φύσεως, προϊόντος δὲ τοῦ χρόνου διαφόροις γνώμαις ἐμερίσθημεν· καὶ τὸ μὲν δίδωσι τῇ γνώμῃ, τὸ δὲ τῇ φύσει. ὑπὸ δὲ τὸ κράσπεδον τοῦ ἱερέως τὸ λεγόμενον λῶμα, ἄνθη ῥόας καὶ ῥοΐσκοι χρυσοῖ καὶ κώδωνες ἀπῃώρηντο. καὶ πῶς ἂν εἴη θεῷ ταῦτα κατὰ πρῶτον λόγον ἀρέσκοντα; ἀλλ’ ἐν τῷ σχήματι τοῦ ἱερέως ἐφῆκεν ἐξεικονίζεσθαι τὰς ἀρετὰς κάτω, ἄνθη, καὶ καρποὶ τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημοσύνη καὶ δικαιοσύνη καὶ φιλανθρωπία καὶ τῶν ἄλλων ὁ σύστοιχος χορός.