ΨΑΛΜΟΣ ΟΗʹ.
<Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος;> (C f. 171 b, D f. 202, G f. 86, L f. 191) Ὅτι δέχεται Χριστὸς καὶ σφόδρα ἑτοίμως τὰς τῶν ἁγίων πρεσβείας, ἃς ἀντιποιοῖντο πολλάκις ὑπὲρ τῶν πεπλημμεληκότων, συναγωνίζονται γὰρ ὡς ἀδελφοῖς, καὶ μερίζονται τῶν ἐν θλίψει τὸ δάκρυον, καὶ ἰδίας ποιοῦνται τὰς ἑτέρων συμφορὰς, καὶ ὡς αὐτοὶ πάσχοντες δι᾽ ἀγάπην, τῷ φιλαγάθῳ Θεῷ προσπίπτουσι λέγοντες· »Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Μὴ μέχρι παντὸς, φησὶν, καὶ ἀκαταλήκτως ἐπαφήσῃς τὴν ὀργὴν τοῖς ἡμαρτηκόσιν. Οὐ πέφυκας εἶναι τοιοῦτος· πλήττει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς ἠμεληκότας τοῦ ζῇν ἐθέλειν ὀρθῶς· ἐπειδὴ δέ ἐστιν πολὺς καὶ ἀπαράβλητος [cod. ἀπαραβόητος] εἰς φιλανθρωπίαν, οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Συστέλλει γὰρ ἀεὶ τὰς ὀργὰς, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ᾽ ἡμῶν ἁμαρτήμασιν ἐπιφέρει τὰς τιμωρίας· καὶ γοῦν διὰ τὸ μέγεθος τῆς ἐνούσης αὐτῷ ἡμερότητος καὶ ἀμνησικακίας, μονονουχὶ καὶ ἐγκαλοῦσίν τινες αὐτῷ ὅτι καὶ ὅλως ὀργίζεται. Καὶ γοῦν ὁ καρτερικώτατος Ἰὼβ αὐτὸ δὴ τοῦτο ποιῶν προσήρχετο λέγων· «Διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας;» Καὶ διὰ τί, λέγω, ἐγκαλεῖς τῷ Δεσπότῃ; Οὐκ ἐγκαλῶ, φησὶν, αἰτῶ δὲ μᾶλλον τὴν αὐτῷ συνήθη καὶ ἔμφυτον ἡμερότητα.