Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγόμενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς διωγμοῖς, μυρίοι τὰ ὅμοια τοῖς προλεχθεῖσιν ὑπομεμενήκασιν· οἳ καὶ εὐκαίρως χρήσαιντο ταῖς προκειμέναις φωναῖς, ἐν αἷς διδασκόμεθα λέγειν· Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Κἂν γὰρ ἡμεῖς μὴ ἄξιοι ὦμεν βοηθείας, ἀλλὰ τό γε ὄνομα τῆς σῆς δόξης μὴ βλασφημείσθω παρὰ τοῖς ἔθνεσιν, ὡς μὴ ἰσχῦσαν ἡμᾶς ῥύσασθαι· Καὶ ἱλάσθητι, δέ φησι, ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Ἀνωτέρω μὲν οὖν ἐλέγετο· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ἀλλ᾽ ἐκεῖ μὲν ἀνομιῶν· ἀνομίαι δὲ ἦσαν πάλαι ἡμῖν πεπραγμέναι πρὸ τῆς τοῦ θείου νόμου ὑπακοῆς, αἵτινες εἰκότως ἀρχαῖαι εἴρηνται. Πρὸς γὰρ τῆς τοῦ Θεοῦ γνώσεως τὰ πλημμελούμενα ἡμῖν ἀνομήματα ἦν ἀρχαῖα· νῦν δὲ, ὅτε τὰ τῆς εὐχῆς ἀναπέμπομεν, οὐκέτι μὲν ἀνομίας, ἁμαρτίας δὲ ἑαυτοῖς συνοίδαμεν· ἀλλὰ καὶ ταύτας ἱλασθῆναι ἀξιοῦμεν διὰ τὸ ἐπικεκλημένον ἡμῖν σὸν ὄνομα. Τοῦ γὰρ σαυτοῦ φειδόμενος ὀνόματος τοῦ κοσμοῦντος ἡμᾶς, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, μήποτε, λαβόντες ἡμᾶς ὑποχειρίους οἱ ἐχθροὶ, βλασφημήσωσι τὸ σὸν ὄνομα λέγοντες· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλὰ γὰρ τοῦτο μὲν, ποῦ, εἰπεῖν αὐτοῖς μὴ συγχωρηθείη· ἐμφανὴς δὲ γενόμενος σὺ αὐτὸς ὁ Σωτὴρ ἡμῶν τὴν ἐκδίκησιν ποίησαι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.