Ἐκ κοινοῦ τό, Ἕως πότε· μέχρι γὰρ τότε δακρύων ἄρτον, ἔτι δὲ καὶ ποτὸν ἐλάμβανον οἱ προφῆται, θρηνοῦντες τὴν ἀνθρωπότητα, μέχρις ἐνδημήσας ὁ Χριστὸς αὐτὸς ζωῆς ἄρτος ἐγένετο καὶ ποτήριον. Καλῶς δὲ τό, Ἐν μέτρῳ, προσέθηκε, δεικνὺς ὡς οὐδὲν ἄμετρον παρὰ Θεῷ, πάντα δὲ κανόνι καὶ μέτρῳ, εἴτε ὀργή, εἴτε παιδεία, τοῖς ἀνθρώποις εἰς τὸ συμφέρον ἐπάγεται. Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. Τοὺς αὐτοὺς καὶ νῦν ἐχθρούς τε καὶ γείτονας σαφῶς ὁ λόγος αἰνίττεται· ἅ... μέχρι τὴν ἑαυτοῦ παρουσίαν ὁ Χριστὸς ἀνεβάλετο, ἐν μυκτηρισμῷ καὶ χλεύῃ .. (πρὸς) μὲν ἀνθρώπους, αὐτοὺς δὲ μάλιστα τοὺς προφήτας ἐκέκτηντο ὡς οὐκ ἀληθεύοντας, ἅπερ προεφήτευον περὶ τῆς τοῦ Σωτῆρος ἀφίξεως· ἀλλὰ μὴν καὶ ἀντιλογίαν παρ’ αὐτῶν οὐ τὴν τυχοῦσαν οἱ προφῆται ὑπέμενον, ἐνεργούντων ἐκείνων ἐν τοῖς ψευδοπροφήταις, καὶ φθεγγομένων ἕτερα. Κυρίως δὲ ἄρα τῆς ἀντιλογίας ἐπὶ τῶν δαιμόνων τῶν νοητῶν ἐχθρῶν καὶ τῶν γειτόνων ἔταξε, σαφῶς παριστῶν, ὅτι καθάπερ οἰκέται τοῖς ἑαυτῶν δεσπόταις, οὕτως οἱ δαίμονες τοῖς προφήταις ὑπόκεινται, ἐξ ἀλαζονείας δὲ ὅμως πολλάκις ἐπαρθέντες ἀντιλέγουσιν. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.