Οἱ τέττιγες σιωπῶσι τρεφόμενοι τὸ τῆς δρόσου ἄριστον. Ἡλίου δὲ ἀνατείλαντος καὶ τὴν ἰκμάδα τῆς τραπέζης αὐτῶν σπογγίσαντος, νυττόμενοι τῇ πείνῃ, ψάλλουσι νηστεύοντες καὶ ἑαυτοὺς παρηγοροῦσι κιθαρίζοντες· οἱ δὲ νεοφώτιστοι καὶ τῇ δρόσῳ τοῦ πνεύματος χαίρονται καὶ τρέφονται, καὶ τῷ ἡλίῳ Χριστῷ θάλπονται καὶ τὸν ἄνω τροφέα θαυμάζοντες λέγουσι· 〈Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.〉 Καὶ ἐπειδὴ τέττιγος ἐμνημονεύσαμεν, ὥσπερ εἶπεν ὁ παροιμιαστής· 〈Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,〉 κἀγὼ λέγω· Ἴθι πρὸς τὸν τέττιγα, ὦ ἀδελφέ, 〈καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γίνου ἐκείνου σοφώτερος,〉 ἵνα ὥσπερ ὁ τέττιξ τὰ χωρία καὶ τοὺς ἀγροὺς περιπετόμενος καὶ τοῖς εὐκάρποις δένδροις ἐπαναπαυόμενος οὐ λῃστεύει τὸ μῆλον, οὐ κλέπτει τὸ κάρυον, οὐ τινάσσει τὴν ἐλαίαν, οὐ λυμαίνεται τὴν ῥοιάν, οὐ λυπεῖ τὸν γεωργόν, ἀλλὰ τῷ ἰδίῳ ἀρίστῳ τῇ δρόσῳ ἀρκούμενος, τῶν ἀλλοτρίων θεατής, ἀλλ᾽ οὐ λῃστής, γίνεται, οὕτως αὐτός, ἀδελφέ μου, ὡς ἐν ἀγρῷ τῷ κόσμῳ αὐλιζόμενος μηδένα ζημιώσῃς, μηδένα διασείσῃς, μηδένα συκοφαντήσῃς, ἀλλ᾽ ὡς δρόσῳ ἀρκέσθητι τοῖς δοθεῖσί σοι ἐκ θεοῦ. Ὡς τέττιξ ἐπὶ δένδρῳ, τῷ κόσμῳ σταυρώθητι.