Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν ..
Ληνοὺς νόει (λέγει) τὰ θυσιαστήρια, περὶ ὧν ἡ προφητεία, (καὶ) περὶ τῆς συναγωγῆς. Ἀσὰφ γὰρ συναγωγὴ ἑρμηνεύεται· προτρέπεται γὰρ τὰ ἔθνη πρὸς τὰ πνευματικὰ θυσιαστήρια. ἀγαλλιᾶσθε Αὕτη ἡ προτροπὴ τῶν ἐθνῶν, ὅπως σωθέντες ἐπὶ τῷ θεῷ ἀναπαύωνται. ἀλαλάξατε Ἐν (ἐπὶ) φωνῇ, φησί, μεγάλῃ καὶ κραυγῇ δοξάσατε τὸν κύριον (τὸν θεόν)· Ἰακὼβ γὰρ ὁ Χριστός. λάβετε ψαλμόν Χαρίζεται (χορηγεῖ) γὰρ ὁ θεὸς τὸν νοῦν τῷ ἀνθρώπῳ, ὥστε ψάλλειν (ᾄδειν) καὶ δοξάζειν τὸν θεόν· δότε ὑμεῖς τὸ σῶμα σὺν τῇ φωνῇ, ὥστε τὸν ἦχον ἀποτελεῖν τὸν ψαλμόν (τῶν ψαλμῶν). ψαλτήριον Καρδίαν καθαρὰν μετὰ τῆς γλώσσης· ἡ γλῶσσα γὰρ ὡς κιθάρα κρούουσα σημαίνει τὰ τῆς καρδίας. σαλπίσατε Τουτέστι κηρύξατε πᾶσι τὴν παρουσίαν τοῦ Χριστοῦ, ὅτι νέος ὁ βίος ἐγένετο τῶν ἀνθρώπων· οὐδὲν (οὔτε) γὰρ εὐσημότερον (τι) τῆς ἡμέρας τῆς ἑορτῆς ἐκείνης, ἐν ᾗ ὁ Χριστὸς ἐφάνη τῇ γῇ. ὅτι πρόσταγμα Τῷ λαῷ τῷ πιστῷ, ὅ ἐστιν Ἰσραήλ· αὐτῷ γὰρ ἐδόθη τῆς χάριτος τὸ πρόσταγμα κατὰ κρίσιν θεοῦ. μαρτύριον Ὅτι πάντα, ὅσα ὑπέμεινεν ὁ Ἰωσήφ, τύπος ἦν τοῦ Χριστοῦ, ὅ ἐστι μαρτύριον. ἐν τῷ ἐξελθεῖν Τὸν λαὸν λέγει τῶν Ἑβραίων τότε, νῦν δὲ τὸν πιστόν, ὅτι ἐξῆλθεν ἀπὸ τῆς θλίψεως τῶν εἰδώλων· Αἴγυπτος γὰρ ἐκθλίβουσα ἑρμηνεύεται. γλῶσσαν Τὴν φωνὴν λέγει τῶν ἐθνῶν· οὐ γὰρ ᾔδεισαν αὐτὴν τὸ πρότερον.