Ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἀμβακοὺμ, ἤτοι πρὸς αὐτὸν εἰρημένον παρὰ Θεοῦ· «Ἔτι μικρὸν, ἔτι μικρὸν ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» Αἱ γὰρ τῶν ἀγαθῶν ἐλπίδες, παρὰ τῶν προσδοκώντων αὐτὰς διψώμεναι, τῷ μελλησμῷ κατατήκουσι. Ταύτῃτοί φησιν ἐγγίζειν ἑαυτοῦ τὴν δικαιοσύνην. Καὶ εἰ μὲν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς ἐπὶ τῷδε λόγους ἀνάπτειν ἐθέλοιμεν, φαμὲν ὅτι δικαιοσύνην αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἡμεῖς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἀφίκετο γὰρ εἰς τόνδε τὸν κόσμον, οὐχ ἵνα κρίνῃ μᾶλλον αὐτὸν, ἀλλ᾽ ἵνα σωθῇ δι᾽ αὐτοῦ. Ἐσώθη δὲ οὐχ ἑτέρως πλὴν ὅτι διὰ πολλῆς ἡμερότητος. Ἔφη γὰρ, ὅτι «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Καὶ πάλιν· «Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Ψάλλει δὲ καὶ Δαβὶδ, καὶ δὴ καί φησι πρὸς αὐτόν· «Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Οὐκοῦν ἐν τῇ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνῃ, τοῦτ᾽ ἔστιν, ἐν Χριστῷ, σεσώσμεθά τε καὶ ἡγιάσμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι.