Τοῦτο δὲ οὐκ ἐξ ἀγνοίας, ἀλλ’ ἐκ θρασύτητος πάσχουσιν· ὥσπερ οἱ λῃστεύοντες ἐπ’ ἐρημίας, οὐκ ἀγνοοῦντες εἶναι κριτὰς καὶ δικαστὰς λῃστεύουσι, φροντίδα δὲ αὐτῶν ἢ φόβον ἐξ ἀνοίας οὐκ ἔχουσι. Τούτους οὐ μόνον παρανόμους, ἀλλὰ καὶ συναγωγὴν κραταιῶν, τῶν ἐν κακίᾳ δυναστευόντων, ἐκάλεσεν, οἷς καθ’ ἕτερον μέρος τῆς προφητείας ἐμέμφετο. Ἱνατὶ ἐγκαυχᾷς ἐν κακίᾳ, ὁ δυνατός; Διατί δὲ τοὺς ἐπαναστάντας οὐ μόνον παρανόμους, ἀλλὰ καὶ κραταιοὺς ἐν κακίᾳ, ὅπερ ἔφημεν εἶναι δυνατούς, προσηγόρευσεν; Ἐπειδὴ οὐκ ἀγρόν, οὐκ οἶκον, οὐκ ἐσθήματα, ἢ ἀνδράποδα, ἀλλὰ τὸ μονογενὲς τοῦ ἀνθρώπου κτῆμα τὴν ψυχὴν ἐζήτουν ἐπιβουλεῦσαι ταύτην, καὶ θανατῶσαι βουλόμενοι. Ἄντικρυς τοίνυν ταῦτα περὶ τῶν ὄντως παρανόμων, καὶ τῶν ἐν κακίᾳ δυνατῶν τῶν δαιμόνων ἐλέγετο, διόπερ αὐτοῖς τὸν Θεὸν ἐπεστράτευσεν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἐπίβλεψον ἐπ’ ἐμέ, καὶ ἐλέησόν με. Μάτην, φησίν, ἐπανέστησαν· σὺ γὰρ ὡς Θεὸς ὑπερμαχεῖς τοῦ πλάσματος, ὡς οἰκτίρμων καὶ ἐλεήμων τῷ ἐπιβουλευομένῳ συμπάσχεις, ὡς μακρόθυμος οὐ παραδίδως τὸν ἁμαρτωλὸν εἰς χεῖρας ἐχθρῶν, ὡς πολυέλεος οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἐλεεῖς, ὡς ἀληθινὸς ἀπωθεῖς τὸν ἀδικοῦντα, σώζεις τὸν ἀδικούμενον. Διόπερ Ἐπίβλεψον ἐπ’ ἐμέ· πρόβατον γὰρ ὃ ὁ ποιμὴν ἐπιβλέπει, λύκος λαβεῖν οὐ δύναται·