Διάψαλμα. Οὐ μόνον ὅτι ἐκεῖσε θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ Χριστός, ἀλλ’ ὅτι ὡς Θεὸς ἄνευ θυρῶν εἰσελθών, ὡς ἄνθρωπος ἑαυτὸν ἐν σοὶ ψηλαφηθῆναι ἐπέτρεπεν, οὐ μάτην ἐπήγαγεν, ἀλλ’ ἐπειδὴ πρὸς τὴν Ἐκκλησίαν τῶν ἐθνῶν τὸν λόγον μετέστησεν, ὁμοῦ δὲ καὶ τὸ οἰκεῖον ἀποστήσας πρόσωπον, τὸ τοῦ Θεοῦ νῦν ὁ προφήτης παρήγαγε. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ τίνος χάριν Ῥαὰβ μνημονεύειν ὁ Θεὸς ἐπαγγέλλεται; Πόρνη μὲν γὰρ ἡ Ῥαάβ, Βαβυλὼν δὲ σύγχυσις ἑρμηνεύεται. Τίνος χάριν, ἡ λέξις ἡ ἑπομένη δείκνυσι· φησὶ γάρ, Τοῖς γινώσκουσί με. Οὐκοῦν εἰ καὶ Ῥαὰβ διὰ τὴν πορνείαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, Βαβυλὼν δὲ διὰ τὴν τῶν εἰδώλων συναγωγὴν σύγχυσις ἑρμηνεύεται, καὶ ἐπιγινώσκει τὸν Θεὸν ἐπιστρέψασα, εἰκότως ἐν μνήμῃ τοῦ Θεοῦ τυγχάνει. Ἡ γὰρ τῶν Ἰουδαίων συναγωγὴ διὰ τὴν ἀγνωσίαν ἐκλέλησται. Ἀλλὰ τίνα καρπὸν Ῥαὰβ καὶ ἡ Βαβυλὼν παρὰ Θεοῦ μνημονευθεῖσα προσφέρει τῷ μνημονεύσαντι, ὁ ψαλμῳδὸς ἐπήγαγε· Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Τό, Ἐγενήθησαν, οἱ λοιποὶ τῶν ἑρμηνευτῶν σαφέστερον ἐκδεδώκασιν, οἱ μέν, Ἐγεννήθησαν, οἱ δέ, Ἐτέχθησαν. τὴν λέξιν ταύτην ἐκθέμενοι.