Τί οὖν ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Διεῖλεν αὐτοῖς φησι τὸν βίον· ὁρᾷς ὅτι ἀνενδεής ἐστιν ὁ ἄνθρωπος καὶ πατὴρ οὗτος; οὐ γὰρ ἂν τοῖς δυσὶ μόνοις διεῖλεν, οὐδὲ εἰς δύο μόνον, ἀλλὰ καὶ τρίτην ἂν ἑαυτῷ τοῦ βίου παρακατέσχε μερίδα. Ὁ δέ, ὡς Θεός, καθάπερ καὶ ὁ προφήτης φησὶ Δαβίδ, μὴ χρείαν ἔχων τῶν παρ’ ἡμῖν ἀγαθῶν, τοῖς δυσὶ παισὶ τούτοις μόνοις διεῖλε, φησί, τὸν βίον, τουτέστι τὸν κόσμον ἅπαντα· διαιρεῖται γάρ, ὥσπερ ἡ μία φύσις τῇ διαφόρῳ γνώμῃ, οὕτως ὁ εἷς κόσμος τῇ διαφόρῳ χρήσει· ὁ μέν φησι πρὸς τὸν Θεόν, «ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου», καὶ «ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε», καὶ «μεσονύκτιον ἐξεγειρόμην», καὶ «ἐκέκραξα ἐν ἀωρίᾳ», καὶ «ἐπήλπισα ἐπὶ τοὺς λόγους σου», καὶ «εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς», τουτέστι τὰς πρὸς ἡδυπάθειαν κινουμένας τῆς σαρκὸς ὀρέξεις ἀπέτεμνον· ὁ δὲ διημερεύει ἐν οἴνῳ καὶ σκοπεῖ ποῦ πότος γίνεται καὶ συνδιανυκτερεύει ταῖς ἀσέμνοις καὶ ἀθέσμοις πράξεσι καὶ ταχύνει πρὸς ἀφανεῖς δόλους, ἢ φανερὰς ἐπιβουλὰς καὶ χρημάτων ἁρπαγὰς καὶ μελέτας πονηράς. Ἆρ’ οὐ διεῖλον οὗτοι τὴν μίαν νύκτα καὶ τὸν ἕνα ἥλιον καὶ πρὸ τούτων τὴν ἰδίαν φύσιν, ἀσυμφώνως ἀλλήλοις καταχρησάμενοι; ὁ δὲ Θεὸς ἀδιαιρέτως διεῖλε πᾶσι πᾶσαν τὴν κτίσιν, προθεὶς εἰς χρῆσιν τὴν κατὰ βούλησιν. «