Ἐπινίκιον διὰ χοροῦ, ἐκδεδώκασιν. Οὐκοῦν δῆλον, ὡς οὐχ εἷς ψαλτῳδός, χορὸς δὲ ταύτην τὴν μελῳδίαν συνήρμωσεν, ἐξάρχοντος Αἰμὰν τοῦ Ἰσραηλίτου ψαλτῳδοῦ, ψαλτῳδοῦ πάντως ἑτέρου, πρὸς ὃν ὁ χορὸς εὐρύθμως καὶ συνετῶς ἀπεκρίνατο. Διόπερ τῇ ἐπιγραφῇ, Τοῦ ἀποκριθῆναι λόγον συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ, πρόκειται. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. Χρὴ μὲν καὶ ἡμῶν ἕκαστον προσευχόμενον ἐναντίον τοῦ Θεοῦ, τουτέστι, κατὰ τὸ ἀρεστὸν αὐτῷ, ἡμέρας καὶ νυκτὸς ὅλης προσεύχεσθαι· εἴπερ εἰσελθεῖν ἐνώπιον αὐτοῦ τὴν προσευχήν, καὶ κατορθῶσαι τὰς πρεσβείας τὰς ἡμετέρας βουλόμεθα, ὥστε καὶ ἡμᾶς ἀκοῦσαι· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ὅλος ὁ ψαλμὸς εἰς τὸν Χριστὸν συγγέγραπται. ἀναγκαίως Κύριον καὶ Θεὸν τῆς ἑαυτοῦ σωτηρίας ὠνόμασε· λέγει δὲ τῆς κοινῆς· ἰδίαν γὰρ σωτηρίαν τὴν ἡμετέραν, ὡς ἀπαρχὴ γεγονώς, λογιζόμενος τὸν Πατέρα. Αὐτοῦ γὰρ εὐδοκήσαντος ἐλθεῖν τὸν Υἱὸν εἰς τὸν κόσμον, ἐσώθημεν. Πρὸς τοῦτον ἡμέρας μὲν πολλάκις ἐν τῷ ὄρει, νυκτὸς δὲ ἐν τῷ Γεθσημανῆς χωρίῳ, μέλλοντος αὐτὸν τοῦ Ἰούδα παραδιδόναι, ἐκέκραξεν, τουτέστι, παῤῥησίᾳ τὸν Πατέρα ἐξῄτησεν, εἰσελθεῖν ἐνώπιον αὐτοῦ τὴν οἰκείαν προσευχήν. Τίς δὲ ἦν αὕτη;