Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκονομίας, μηδ᾽ αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυδόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀναδέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ᾽ οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ᾽ ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονομίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. «Ληνόν», φησίν, «ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ». Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος. Λέγει γάρ που· «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν». «Ληνὸν ἐπάτησα μονώτατος». «Ἐμάκρυνας» γάρ, φησίν, «τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ» καὶ «τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ». Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ᾽ αὐτοῦ; Ἐννόησον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέτρος καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ἀφέντες αὐτὸν ἔφυγον καὶ πάλιν ἐπὶ τὴν τῶν ἰχθύων ἁλείαν ἔτρεχον. Μὴ ἦν τις τῶν ἐθνῶν μετ᾽ αὐτοῦ. «Ληνὸν ἐπάτησε μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ». Ἴσχυσα, φησίν, πρὸς τὴν πάλην μόνος, ἴσχυσα πρὸς τὴν νίκην μόνος, ἀλλὰ καὶ μονώτατος νικήσας. Τοῖς ἐμοῖς δωροῦμαι τὴν νίκην· εἰ γὰρ καὶ κατὰ προαίρεσιν ἦσαν ἔχθροι, ἀλλ᾽ οὖν γε κατ᾽ οὐσίαν ἐμὸν ἔργον ὑπῆρχον. «