Δείξας τῶν πολεμίων τὴν μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις χρήσονται λόγοις οἱ τῆς σωτηρίας τετυχηκότες ὑμνοῦντες τὸν εὐεργέτην. <Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου, κ.τ.λ.> (E f. 86, I f. 260 b, L f. 126 b) Τὸ ὑπελάβομεν ἐν τούτοις ἢ ἐκληπτέον ἀντὶ τοῦ Εἰκάσαμεν, ἐνενοήσαμεν, ἢ διετέθημεν βεβαίως ἀραρότως, ὅτι τὸ ἔλεός σου πάντη τε καὶ πάντως ὑπάρξει τοῖς ἐν μέσῳ γεγονόσι τοῦ ναοῦ. Οὐ γάρ τοί φαμεν τοῖς ἀπίστοις ὅτι ἡ τῶν παρὰ Θεοῦ χαρισμάτων ἐκνεμηθήσεται μέθεξις, ἀλλὰ τοῖς ἤδη πιστεύσασιν. Εἴρηται γὰρ τοῖς ἀρχαιοτέροις, ὅτι «Τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε.» Ὁμοίως δὲ καὶ ἐν τοῖς πρὸ τούτου, ὅτι «Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» <Κατὰ τὸ ὅνομά σου, ὁ Θεὸς, οὔτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.> Ὄνομα τὴν δόξαν ἔθος τῇ θείᾳ λέγειν Γραφῇ· ἕπεσθαι δὲ τῇ τοῦ Θεοῦ δόξῃ τὴν περὶ αὐτοῦ φησιν εὐφημίαν, ἀναλόγως τε καὶ εἰκότως· ὑμνεῖται γὰρ πρὸς ἁπάντων τῶν ἐπὶ τῆς γῆς κατὰ τὸ ὕψος τῆς ὑπεροχῆς αὐτοῦ. Τί γὰρ δὴ καί φαμεν ὑμνοῦντες αὐτόν· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;» Καί· «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.» Καὶ ἁπλῶς ὡς Θεὸν τῶν ὅλων καὶ Κύριον ὑμνολογοῦμεν αὐτόν. «