Οὐκοῦν ἐν πλοίοις ἀλλοφύλων πετασθήσονται, φησὶ, τοῦτ᾽ ἔστι, δρομαῖοι καὶ πρόθυμοι καὶ οἱονεὶ πτηνοὶ διαβήσονται, καὶ προνομεύσουσι τὴν θάλασσαν.
Ἔθος δὲ τῇ θείᾳ Γραφῇ θάλασσαν ἀποκαλεῖν τὰ πρὸς τῇ ἑσπέρᾳ μέρη, διάτοι τὸ σφόδρα πολλὴν καὶ εὐρεῖαν εἶναι τὴν ἐκείνης θάλασσαν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ, παντὸς τοῦ κόσμου δημιουργὸν ἀποφαίνων τὸν τῶν ὅλων Θεὸν, «Τὸν βοῤῥᾶν,» φησὶ, «καὶ θάλασσαν σὺ ἔκτισας.» Ὅτι δὲ καὶ ὁ θεσπέσιος Πέτρος, καὶ μὴν καὶ αὐτὸς ὁ πάνσοφος Παῦλος, τὰ τῆς ἑσπέρας καταλαβόντες μέρη, κατηγγέλκασι τὸν Ἰησοῦν, ἐνδοιάσειεν ἂν οὐδείς. Προνομεύσουσι δὲ, φησὶ, καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσιν. Οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Μετὰ γάρ τοι τὴν τῶν Ἰουδαίων χώραν, ἅπασαι λοιπὸν αἱ ὅμοροί τε καὶ γείτονες, εἰ καὶ ἔτι ποῤῥωτέρω, μεσταὶ μὲν ἦσαν εἰδωλολατρῶν, ἀσύμβατοι δὲ τοῖς φρονήμασι τοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Ἰδουμαῖοί τε καὶ Μωαβῖται, καὶ μέντοι καὶ υἱοὶ Ἀμμὼν, ὅμοροί τε ἦσαν τοῖς ἐξ Ἰσραὴλ, καὶ γείτονα μὲν κατενέμοντο χώραν, διάφοροι δὲ δεινῶς, καὶ τῶν ὅτι μάλιστα πολεμιωτάτων.