Ὁ δὲ Υἱός, οἷα κατὰ τὸ ἀνθρώπινον ποτνιώμενός πως καὶ ἀποκρινόμενος φαίη· «Σὺ δὲ ἀπώσω καὶ ἐξουθένωσας, ἀνεβάλου τὸν χριστόν σου», τἀναντία τῶν ὑποσχέσεων μὴ πείσεσθαι συγχωρήσας. «Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου», ἣν διέθου, ὅτι οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. «Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ», ἤτοι, παρῆκες τὸ ἁγίασμα, σκῆνος αὐτοῦ, γῇ καλυφθῆναι νεκρόν. «Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν» καὶ «διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν», ἤτοι, ῥᾳδίως συγχωρήσας γενέσθαι τὴν αὐτοῦ προδοσίαν τοῖς φονευταῖς. «Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ, ὅτι ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ καὶ εὔφρανας αὐτούς. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας» τῆς θεϊκῆς «αὐτοῦ» δυναστείας «καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ» τῆς νυκτομάχου αὐτοῦ προδοσίας. «Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ» ἐπανεπαύσω δὲ μᾶλλον ἐν τούτῳ, καθαρίσας θέλων ἀμπλακημάτων πιστούς. «Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας», ἤτοι, ἐταπείνωσας αὐτὸν ἐνώπιον τῶν ἐχθρῶν αὐτοῦ καὶ κατέχεας αὐτῷ αἰσχύνην. «Μνήσθητι, τίς μου ὑπόστασις», ὅτι οὐχ ἁπλῶς ἀνθρωπίνη, ἀλλὰ καὶ θεία. «Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;», μεθ’ ὧν καὶ ὑπὲρ αὐτῶν θανοῦμαι καὶ αὐτὸς ἄνθρωπος γεγονώς. «