Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ᾽ ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ Μωϋσῇ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ᾽ αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ᾽ ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ᾽ ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.