Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἄλλος φησὶν, Ἐν τοῖς λαοῖς τὰ μηχανήματα αὐτοῦ. Τί λέγεις; Οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, οὗτος ἐν Σιὼν οἰκεῖ; Ναί· οἴκησιν γὰρ ἐνταῦθα οὐ τὸ περικλείεσθαι λέγει (ἀπέραντος γὰρ αὐτοῦ ἡ μεγαλωσύνη), ἀλλὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν τόπον, καὶ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν, διὰ τὸ τοὺς Ἰουδαίους διὰ τῆς συγκαταβάσεως ταύτης πρὸς αὐτὸν ἐπισπᾶσθαι· ἐπεὶ καὶ οἰκία διὰ τοῦτο λέγεται ἐφ᾽ ἡμῶν, διὰ τὸ οἰκείως ἡμᾶς ἔχειν πρὸς αὐτήν. Καὶ ἐν ἡμῖν δὲ οἰκεῖν λέγεται, οὐ περιεχόμενος ὑφ᾽ ἡμῶν, ἀλλ᾽ οἰκείως πρὸς ἡμᾶς ἔχων. Σιὼν δὲ κατὰ ἀναγωγὴν ἡ Ἐκκλησία λέγεται. Προσεληλύθατε γὰρ ὄρει Σιὼν, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον. Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Κήρυκας εἶναι βούλεται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ μηδέποτε αὐτοῦ κατακρύπτειν τὰς εὐεργεσίας. Καὶ τοῦτο πανταχοῦ ζητεῖ, διά τε τοὺς λέγοντας, διά τε τοὺς ἀκούοντας. Καὶ γὰρ καὶ τούτοις κέρδος, κἀκείνοις, ἐὰν προσέχωσιν. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Εἶδες τὰ ἐπιτηδεύματα ποῖα λέγει; Τὰς εὐεργεσίας.