Τί ταύτης γένοιτ᾽ ἂν χεῖρον τῆς μανίας; Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἄλλος δέ φησιν, Ὅτι αἰνέσας ὁ παράνομος κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, παρώξυνε τὸν Κύριον. Ὅταν ὑψωθῇ ὁ θυμὸς αὐτοῦ, οὐκ ἐκζητεῖ. Ἄλλος, Ὅτι ὕμνησεν ἐπὶ πόθῳ ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, διέσυρε Κύριον. Ἀσεβὴς κατὰ μετεωρισμὸν θυμοῦ αὐτοῦ οὐ μὴ ἐκζητήσῃ. Οἱ δὲ Ἑβδομήκοντα, Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Εἶδες ποῦ προῆλθε τὰ τῆς κακίας; Τί λέγω, φησὶν, ὅτι τοὺς πτωχοὺς λυπεῖ; Αὐτὸν τὸν Θεὸν παροξύνει. Καὶ κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, λέγει, τὸν Θεόν. Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας. Εἶδες μανίας ἐπίτασιν, καὶ διαφθοράν; Πρὸς τοὺς ὁμοφύλους ἐστὶν ἐχθρὸς καὶ πολέμιος, τῆς ἀρετῆς ἠλλοτριωμένος, τῆς κακίας ἐραστὴς καὶ ἐπαινέτης. Καὶ καλῶς ἕτερος εἶπεν Οὐκ ἔστι Θεὸς πάσαις ἐννοίαις αὐτοῦ· δηλῶν, ὅτι οὐκ ἐκζητεῖ τὸν Θεὸν, ὅτι σκότους ἐμπέπλησται, ὅτι οὐκ ἔχει τὸν φόβον ἐκείνου πρὸ ὀφθαλμῶν. Ἀλλ᾽ ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει. Οὐκ ἔστι Θεὸς ἐνώπιον αὐτοῦ. Ἄλλος, Δι᾽ ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ.