Πολλοὶ γοῦν ἀκούοντες τοιοῦτόν τι, γελῶσιν εὐθέως· τούτῳ δὲ συναπτέον καὶ τὸ, «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ,» ἵνα ᾖ τὸ ὅλον οὕτω· Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων· τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον. Εἶτα τὸ οὐκ ἐκζητήσει, καθ᾽ ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ᾽ οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ· ἐκζητήσει; Ἢ καὶ οὕτως· Παροξύνει μὲν τὸν Θεὸν ὁ ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; <Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ.> (A f. 70 b, B f. 39.) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνενευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων.