καὶ ἐπιμελῶς γε τήρει, τίνα τρόπον ἐν τῷ «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου» τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», μονονουχὶ λέγων ὅτι σὺ αὐτός, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδώς, ἐκεῖνον αὐτὸν «ἔθου καταφυγήν σου». ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ ψαλμοῦ περὶ τοῦ αὐτοῦ «ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν». ἐπειδὴ τοίνυν σύ, ὦ κύριε, «τὸν ὕψιστον ἔθου καταφυγήν σου», τούτου χάριν αὐτὸς ὁ ὕψιστος, φησί, «ῥύσεταί» σε «ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι». διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ» οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλ᾽ οὐδὲ ἐκ τῶν ἑξῆς ἐπιφερομένων.