Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἀρχῇ πάσης ἑωθινῆς τε καὶ λυχνικῆς τελετῆς, πρῶτον τῆς Παλαιᾶς ψάλλονται οἱ ψαλμοὶ, εἶτα τῆς νέας χάριτος ᾄσματα, ἵν’ ἔχοιεν εἰδέναι πάντες, ὡς εἷς καὶ αὐτὸς ὁ Θεὸς καὶ Δεσπότης ἐστὶν ὁ ταῦτα κἀκεῖνα νομοθετήσας Χριστός, ᾌδονται τοιγαροῦν, ὡς εἵρηται, μετὰ τὴν πρώτην αἴτησιν τὰ ἀντίφωνα, πρῶτον μὲν προτρεπόμενα τὸ ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ τεχθέντι ἐπὶ σωτηρίαν παντὸς τοῦ ἀνθρωπίνου γένους· δεύτερον κηρύττοντα μεγαλοφώνως τὸ, «Ὁ Κύριος ἐβασίλευσεν,» τουτέστι, νῦν μειζόνως βασιλεύει ὁ πρὸ αἰώνων βασιλεὺς Κύριος, ἐνδυσάμενος τὴν ταπεινὴν ταύτην σάρκα ἡμῶν, ἢν καὶ δύναμιν προσηγόρευσε, καθάπερ τὴν δοκοῦσαν τοῖς πολλοῖς αἰσχύνην τὴν ἐπὶ τοῦ σταυροῦ, δοῦλον αὐτὸν ἐπωνόμασεν· ὥσπερ γὰρ βασιλεύς τις ἀεὶ μὲν τὸ κράτος καὶ τὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, καὶ μὴ κεχρημένος τούτοις πρὸς ἄμυναν τῶν ἐχθρῶν, ὕστερον δὲ θέλων ἐκδικῆσαι τοὺς ὑπηκόους, διαναστὰς ἐν σμικρῷ τινι ὅπλῳ θραύει τοὺς πολεμίους· καὶ βυθῷ ἀπωλείας τούτους παραδοὺς, ἀκούει παρὰ πάντων τῶν ἐλευθερωθέντων τῆς τυραννίδος, «Νῦν ἐβασίλευσεν ὁ Δεσπότης ἡμῶν, νῦν ἐνεδύσατο δύναμιν·» τὴν βουλὴν αὐτοῦ καὶ τὴν θέλησιν τῆς ἐκδικήσεως, βασιλείαν καὶ δύναμιν ὀνομαζόντων· οὕτως καὶ ὁ Προφήτης προορῶν τὴν ἐν σαρκὶ παρουσίαν τοῦ Θεοῦ Λόγου, τὸν χρόνον καὶ τὴν ἐκδίκησιν τοῦ ἀνθρωπίνου γένους, τήν τε τοῦ ἐχθροῦ καὶ τῶν σὺν αὐτῷ δαιμόνων κατάλυσιν, ἔτι γε μὴν καὶ τοῦ θανάτου νέκρωσιν, καὶ τὴν τῶν παρ’ αὐτοῦ κατεχομένων ἐλευθερίαν, καὶ εἰονεὶ τῇ γεννήσει τοῦ Κυρίου παρὼν τῷ σπηλαίῳ, τὰ, «Νῦν ἐβασίλευσεν, ἐξεφώνησεν,» καὶ «Νῦν ἐνεδύσατο δύναμιν·» οὐχ ὡς οὐχ ὑπάρχουσαν παρ’ αὐτῷ, ἀλλ’ ὡς ἀεὶ μὲν συνοῦσαν, εἰς προορώμενον δὲ καιρὸν ταμιευομένην ἐκλάμψαι.