Οἱ μὲν γὰρ ἐλίθαζον, ὁ δὲ, καθὰ φησὶν ὁ μακάριος εὐαγγελιστὴς, ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως, τοῦτ᾽ ἔστι, οὐ πεφροντικώς. Ἔσται δὲ τοῖς ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Δεδιψηκόσι γὰρ τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ τὸν εἰδότα σώζειν οὐκ ἔχουσι λόγον, γέγονεν οἷά τις ποταμὸς πλουσίῳ καταχεόμενος νάματι, καὶ πρός γε τούτῳ καὶ ἔνδοξος, τοῦτ᾽ ἔστιν, ἐπίσημος. Πλεῖστοι μὲν γὰρ καὶ ἕτεροι κέκληνται ποταμοί. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ἄνωθεν ἐξ οὐρανοῦ ποτίζοντας λόγον, τοὺς τὴν πίστιν προσιεμένους ποταμοῖς παρεικάζων ἔφασκεν· «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἁγίων ἀποστόλων φωναί. Ἀλλ᾽ οὐδεὶς αὐτῶν ἔνδοξος οὕτω, καθάπερ ἀμέλει καὶ ὁ χειμάῤῥους τῆς τρυφῆς, τοῦτ᾽ ἔστι, Χριστός. Παρ᾽ αὐτοῦ γὰρ καὶ τοῖς ἄλλοις ἅπασι δεδόσθαι φαμὲν τὸ ἐπιτηδείως ἔχειν πρός γε τὸ δύνασθαι μυσταγωγεῖν, καὶ τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον ταῖς τῶν πιστευόντων ἐνιέναι ψυχαῖς. <Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾽ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν· καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, Σίγα.