Τὰ μαρτύρια ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Αἱ περὶ τῶν μελλόντων προφητεῖαι, καθ᾽ ἃς ἐφέροντο καὶ αἱ περὶ τῆς τοῦ Κυρίου βασιλείας μαρτυρίαι, πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, οὔπω παρεῖχον ὁρᾷν τὸ πιστὸν τῶν λόγων. Μετὰ δὲ τὴν ἔκβασιν, καὶ τὰ διὰ τῶν ἔργων ἐπιτελέσματα ἐπιστώθη τὰ μαρτύρια τοῦ Θεοῦ. Πάλαι μὲν γὰρ εἴρητο καὶ προπεφήτευτο, ἐκ μακροῦ τε προσεδοκᾶτο τὰ περὶ τῆς εἰς ἅπαντα τὰ ἔθνη τοῦ Θεοῦ βασιλείας· ἐπιστώθη δὲ τὸ φῆσαν τοῦτο μαρτύριον νῦν, ὅτε ἔργοις ὁρᾶται πεπληρωμένον τὸ λόγιον. Καὶ πάλαι μὲν ἐλέγετο περὶ τοῦ Κυρίου, ὡς ἄρα εὐπρέπειαν ἐνεδύσατο· νῦν δὲ, πιστουμένου τοῦ λόγου δι᾽ αὐτῶν τῶν ἔργων, πέφηνεν ἡ ἀλήθεια τῆς προῤῥήσεως, ὅτε ἀποδυσάμενος τὴν τοῦ Θεοῦ μορφὴν, καὶ τὴν τοῦ δούλου περιθέμενος, καὶ μέχρι γε τοῦ ἀπρεποῦς θανάτου φθάσας, μετὰ ταῦτα τὴν μὲν ἀπρέπειαν ταύτην ἀποτέθειται, ἐνεδύσατο δὲ τῆς πατρικῆς δόξης τὴν εὐπρέπειαν, τὴν κατὰ πάντων βασιλείαν, τῶν τε ἐν οὐρανοῖς καὶ τῶν ἐπὶ γῆς ἀναδησάμενος. Καὶ πάλιν τὰ μὲν προφητικὰ μαρτύρια περιεῖχεν, ὡς ἐνδυσάμενος δύναμιν ὁ Κύριος, ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.