Ὅτι γὰρ ὀργῆς ἐστι μεγάλης ἡ ἐγκατάλειψις, ἀκούσῃ τοῦ Θεοῦ πρὸς Ἰουδαίους λέγοντος· Οὐκ [μὴ] ἐπισκέψωμαι ὅταν μοιχεύωσιν αἱ νύμφαι αὐτῶν, καὶ ὅταν πορνεύσωσιν αἱ θυγατέρες αὐτῶν· καὶ πάλιν, Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Οὐχ ὅτι κατὰ τὸ ἐπιστρέψαι δικαιοσύνην εἰς κρίσιν, τὸν λαὸν ὁ Θεὸς τὸν οἰκεῖον, ἢ τὴν ἑαυτοῦ κληρονομίαν ἀπώσεται· ἀλλ’ ἐπειδὴ τὰς παιδείας ἀπόδειξιν τοῦ μὴ ῥᾳθυμεῖν αὐτὸν τῆς ἑαυτοῦ κληρονομίας παρέδωκε, μέχρι τίνος τούτων χρεία διδάξαι σε τοῖς εἰρημένοις βούλεται. Ὅταν γὰρ Χριστὸς ἡ ὄντως δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ καταλιπὼν τὸ μακροθυμεῖν. ἐπὶ τὸ κρίνειν τραπῇ, καὶ Πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, οἱ δίκαιοι δηλαδή, ἐχόμενοι ταύτης, τουτέστιν, οὐκ ἐν αὐτῇ ὡς κρινόμενοι, ἀλλὰ περιιστάμενοι, ὡς τὸν κρίνοντα δορυφοροῦντες, γένωνται (διόπερ οἱ ἄλλοι ἑρμηνευταὶ ἀντὶ τοῦ, Ἐχόμενοι αὐτῆς, Ὀπίσω αὐτοῦ ἐκδεδώκασι), τότε αἱ ἀνὰ μέρος ἀργοῦσι παιδεῖαι· οὐδὲ γὰρ ὑπομνήσεως, ἀλλ’ ἀνταποδόσεώς ἐστι τοῦ Θεοῦ τὸ κριτήριον. Διάψαλμα τούτου χάριν προσέθηκεν, ἐπειδὴ τὸν κοινὸν λόγον εἰς οἰκεῖον μετέστησε πρόσωπον. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν;