Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Τοσαύτην τοίνυν περιθεὶς τῷ Υἱῷ τὴν δόξαν, καὶ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν ἀγγέλων, ὅσῳ καὶ μεῖζον ἔχει παρ᾽ ἐκείνους τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ὁμόθρονος, καὶ ποιητής. Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. Σημαίνοι δ᾽ ἂν εἰκότως ἐνθάδε τὸ «γέγονεν,» οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν (ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ), οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μεῖζον μεταβολὴν (τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς), ἀλλ᾽ ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρεῖττον ὀφθέν. Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἵππῳ συγκρίνοιτο, καὶ λέγοιτο κρείττων αὐτοῦ γεγενῆσθαι παρὰ τοῖς δοκιμάζουσι διὰ τὸ εἶναι λογικόν. Ὅτι γὰρ τὸ γενέσθαι οὐ πάντως φύσεως σημαίνει μεταβολὴν, πρόδηλον ἔσται διὰ τοῦ λέγοντος πρὸς Θεόν, «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν· «Ἐγένετό μοι Κύριος εἰς καταφυγήν·» καὶ, «Ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Διακονίας ἄρα καὶ δόξης, καὶ οὐ φύσεως, τῷ Υἱῷ πρὸς ἀγγέλους ἡ σύγκρισις.