πορρωτάτω τοίνυν ἐξοριστέον, ἐπεὶ καταβλητικόν, τὸ μετέωρον φρόνημα, προσοικειωτέον δὲ τὸ μέτριον, ὅτι βεβηκὸς καὶ ὑπερείδειν εἰδός, καὶ δὴ τῇ τοῦ λόγου συναρμοστέον τομῇ· καὶ τὴν ἀρίστην ταύτην συζυγίαν ἢ συμφυΐαν, τὴν ἀδαμαντίνην ἅρπην παραληπτέον τὴν Ἑρμαϊκήν, δι’ ἧς ὁ δῖος Περσεύς, ὁ νοερὸς ἀνὴρ καὶ κατὰ τῆς ἀλογίας πολεμικός, οὐ δῆτα μίαν ἐκ τῶν τριῶν, ἀλλ’ ὅλας τὰς εἰρημένας τρεῖς Γοργονείους τῆς μοχθηρᾶς ὀρέξεως ἐκτετμηκὼς κεφαλάς, πάθος ἅπαν καταγωνίσοιτο, τῷ ἑωρακέναι τὰς κορυφαίας ἐκτομὰς ἀπολιθωθὲν καὶ ὅλως μεῖναν ἄπρακτον καὶ ἀκίνητον· τοῦτο δὴ τὸ μετριόφρον καὶ ἄτυφον καὶ πῦρ οἶδεν ὁ λόγος, τὸν ἐπῃρμένον ὄφιν καταπιμπρῶν καὶ τὴν ἐξ αὐτοῦ γεγεννημένην ὕδραν, τὴν πολυάφορμον κακίαν, τελέως ἐξαναιροῦν, μετὰ τῆς ὀρθῆς γενόμενον κρίσεως. ἡ μὲν γὰρ ἐκτέμνει τὴν μοχθηρίαν, τὸ δὲ τὰς ἀποφύσεις οὐ συγχωρεῖ· τοῦτο καὶ λαμπρὸν ὄχημα καὶ ὄντως βασιλικόν, ὡς φλὸξ μὲν ὑπαντιάζον τοῖς ἀντιβαίνουσιν, αὐτὸν δὲ τὸν ἀναβάτην οὐκ ἀπορριπτοῦν ὡς Φαέθοντα διὰ τὸ ἀνέδραστον, ἀλλὰ μετὰ πολλῆς τῆς ἀσφαλείας ἀναφέρον πρὸς ὕψος οὐράνιον, καὶ διάδηλον ἕως αὐτῶν τῶν τῆς οἰκουμένης περάτων ἀπεργαζόμενον. πρὸς ὃν καὶ μεγαληγορία προφητικὴ διακέκραγεν· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ· πᾶς ἄνθρωπος γεηρὸς εἶδε καὶ ἐσαλεύθη καὶ καταπέπληκται.