βʹ. Τοῦτο γάρ ἐστιν ὃ νῦν ὁ προφήτης ἐκπέπληκται, ἐφ’ ὃν [ὃ] καὶ ὁ Κύριος ἀποθαυμάζων ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Εἰκότως, ἐπειδὴ κοινὰ τὰ ἀγαθά· οὐκ ἔτι γὰρ χώρας μιᾶς, οἷον τῆς Ἰουδαίας, ἢ ἔθνους ἑνός, ἀλλὰ τῆς ἀνθρωπότητος ὅλης τὸ πεπραγμένον μυστήριον, ἐφ’ ᾧ καὶ ἀλαλάζειν ὡς πόλεμον κοινὸν νενικηκότας βούλεται. Γῆν γὰρ τὸν καθόλου προσηγόρευσεν ἄνθρωπον, ὡς διὰ τῶν ἑξῆς σαφέστερον εἴρηται. ᾌσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε. Οὐκοῦν οὐ περὶ τοῦ στοιχείου τῆς ξηρᾶς, ἀλλὰ περὶ τῶν ἀνθρώπων εἰπεῖν αὐτῷ πρόκειται. Διόπερ ὡς πρὸς πλῆθος διαλέγεται· κελεύει δὲ πρότερον ᾄδειν, καὶ μετὰ τοῦτο ἀγαλλιᾶσθαι, εἶτα τὸ ψάλλειν ἐπήγαγεν ἵνα τῆς τοῦ Θεοῦ χαρᾶς τὴν εἰς αὐτὸν δοξολογίαν ἀρχὴν καὶ τέλος ἔχωμεν. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου. Εἰ καὶ ἦν ὅτε τοῖς ὀργάνοις τούτοις εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἐκέχρηντο, πλὴν ἡμεῖς κιθάραν τὴν τῶν ἀρετῶν συμφωνίαν νοήσωμεν, ἥτις οὐκ ἄλλως κατορθοῦται, ἀλλ’ ὅταν τὴν σάρκα νεκρώσωμεν, ὥστε χορδῶν δίκην ἐν αὐταῖς τὸν τῶν ἀρετῶν ἀποτελεῖσθαι φθόγγον, καὶ ψαλμοῦ φωνὴν ἀρέσκουσαν Θεῷ εἰς οὐρανὸν ἀναπέμπεσθαι.