Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ τὰ ἑξῆς. Μηδεὶς, φησὶ, νομίζοιτο ἕτερον εἶναι τὸν ἐνταῦθα δοξολογούμενον Κύριον τοῦ Θεοῦ τοῦ νομοθετήσαντος ἐν τῇ ἐρήμῳ. Σὺ γὰρ, φησὶ, Κύριε, οὗ τὴν βασιλείαν θεσπίζομεν, αὐτὸς ὢν τυγχάνεις, ὁ καὶ τῷ ἐκ περιτομῆς λαῷ κρίσιν καὶ δικαιοσύνην διαταξάμενος κατὰ τὴν δοθεῖσαν αὐτοῖς νομοθεσίαν, δικαιώματα καὶ κρίματα περιέχουσαν. Σὺ δὲ αὐτὸς καὶ εὐθύτητας ἡτοίμασας κατὰ τὸν τῆς ἀνταποδόσεως καιρὸν ἀποδοθησομένας τοῖς φυλάττουσι τὴν κρίσιν καὶ τὴν δικαιοσύνην. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Τὸ, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, τῆς οὖν αὐτῆς ἔχεται διανοίας καὶ τὰ προκείμενα. Τοῦτον γὰρ τὸν Κύριον, καὶ οὐχ ἕτερον, φησὶ, τὸν ἐν τῷ παρόντι θεολογούμενον, καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ, καὶ εἴ τις ἕτερος εἴτε προφητῶν, εἴτε ἱερέων, ἐπεκαλοῦντο.