Apoc. 1-3 Ὑπ(όθεσις) Αʹ. Πε(ρὶ) τῶν ἐν τῇ Ἀσίᾳ ἑπτὰ ἐκκλησιῶν.
«Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ κοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ δι’ ὑπομονῆς ἐν Χριστῷ Ἰησοῦ, ὅς ἐστι τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος, ὃς ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ,» ἤτοι διὰ τὸν λόγον τοῦ Θεοῦ ἐξωρίσθην ὑπὸ Δομετιανοῦ βασιλέως ἐν τῇ νήσῳ Πάτμῳ, «ἐν ᾗ καὶ ἐν ἡμέρᾳ κυριακῇ ἐγενόμην ἐν πνεύματι,» ἤτοι ἐν ἐκστάσει, «καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην λέγουσαν, Γράψον ὃ βλέπεις καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς τὰς λοιπάς.» Κἀγὼ ἐπιστρέψας ἰδεῖν πόθεν ἡ φωνὴ καὶ τίς ὁ λαλῶν μετ’ ἐμοῦ, ἑπτὰ λυχνίας εἶδον χρυσᾶς, καὶ ἐν μέσῳ αὐτῶν υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαζοῖς ζώνην χρυσῆν· αἱ δὲ τρίχες τῆς κεφαλῆς αὐτοῦ λευκαὶ ὡσεὶ χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ οἱ πόδες αὐτοῦ ὥσπερ χαλκολιβάνῳ ἐν καμίνῳ πεπυρωμένοι, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν ἐν δὲ τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρες ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνων ἐν τῇ δυνάμει αὐτοῦ. «