Καὶ εἶδον ὅτι ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη καὶ σεισμός».
Ἑρμ(ηνεία): Αἱ παρὰ τῶν ἀγγέλων ἑπτὰ σάλπιγγες τὰ περὶ τῆς συντελείας παραδηλοῦσι δεινά, σύμφωνα δὲ καὶ τῷ θείῳ εὐαγγελίῳ. Τότε, φησίν, ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ὅτι συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν τεσσάρων ἀνέμων καὶ τὰ ἑξῆς. Τοὺς ἐκλεκτοὺς μὲν συνάξουσι, τοὺς βδελυκτοὺς δὲ παρήσουσιν, ἵνα κατὰ τὴν βδελυγμίαν αὐτῶν ἀπολάβωσι. Διὰ τοῦτο καὶ οἱ τέσσαρες πρῶτοι ἄγγελοι, σαλπίσαντες, τὸ τρίτον τῆς γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ φωτὸς ἐξηφάνισαν, ὁ δὲ πέμπτος ἐκ τῆς ἀβύσσου καὶ τοῦ ᾅδου καπνὸν ἀνήγαγε σὺν ἀκρίδι. Ἀκρίδα, διὰ τὸ πλῆθος καὶ τὸ τετράπουν καὶ τὸ πτερόν, τῷ δὲ μεγέθει ὡς ἵπποι καὶ ὡς λέοντες, ὡς ἀνθρώπων πρόσωπα, καὶ τρίχες γυναικῶν· αἱ οὐραὶ αὐτῶν κολαστικαὶ ὡς ὄφεως καὶ σκορπίου, καὶ τὰ λοιπὰ αὐτῶν εἴδη φοβερὰ καὶ φρικώδη. Ἐντέταλται δὲ αὐτοῖς μηδὲν τῶν ἐν τῇ γῇ παραβλάψαι, εἰμὴ τοὺς ἀνθρώπους τοὺς μὴ ἔχοντας τὴν σφραγῖδα τοῦ Θεοῦ βασανίσωσι μῆνας πέντε, πλήττοντες τοῖς κέντροις ἡμέρας καὶ νυκτός. Καὶ εἶθ’ οὕτως παραδοθῶσιν τῇ ἀπωλείᾳ· τοῦτο γὰρ καὶ τὸ ὄνομα τοῦ ἄρχοντος τῶν ἱπποακρίδων ἐκείνων παραδηλοῖ, Ἀββαδῶν Ἀπολλύων.