Καὶ ἄκουε Ἰωάννου, τοῦ ἠγαπημένου μαθητοῦ καὶ θεολόγου, ἐν τῇ Ἀποκαλύψει τῆς φρικτῆς θεωρίας αὐτοῦ λέγοντος οὕτω· «Καὶ μετὰ ταῦτα εἶδον· καὶ ἰδοὺ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ καὶ ἐξῆλθον οἱ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγάς, οἳ ἧσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.» Εἰ βούλῃ δέ, καὶ Δανιὴλ τοῦ προφήτου, λέγοντος περὶ τούτου ὁμοίως ἐκείνῳ ἐν ταῖς ἰδίαις ὁράσεσιν· «Ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδὴν καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίον ὀφάζ.» Τί δαί; Οὐχὶ καὶ Μωσῇ ὁ Θεὸς οὕτω πάλαι προσέταξεν, εἰπὼν πρὸς αὐτόν· «Καὶ τοὺς υἱοὺς Ἀαρὼν προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοὺς τὰς κιδάρεις καὶ ἔσονται ἐμοὶ λειτουργοὶ ἐν ἱερατείᾳ εἰς τὸν αἰῶνα.» Οὐχὶ καὶ Σαμουήλ, ὅστις λειτουργῶν ἦν, ὡς γέγραπται, τῷ Κυρίῳ πρὸ προσώπου Ἡλεῖ τοῦ ἱερέως· «Οἱ δὲ υἱοί, φησί, Ἡλεῖ ἦσαν λοιμοί, οὐκ εἰδότες τὸν Κύριον, καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου, παιδάριον περιεζωσμένον ἐφούδ.» Ἀλλὰ καὶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ πρῶτος ἀρχιερεὺς τῆς τῶν πιστῶν Ἐκκλησίας, ἐπισφραγίσας τάς τε ὁράσεις περὶ τῆς ζώνης καὶ τὰς ἀποκαλύψεις τῶν ἀποστόλων, ἔφη· «Καὶ περιζωσάμενος διακόνει μοι.»