Καὶ εἶδον ἄγγελον ἐν τῷ ἀέρι ἑστῶτα καὶ καλοῦντα πάντα τὰ ὄρνεα, Δεῦτε, λέγων, συνάχθητε εἰς τὸν δεῖπνον τὸν μέγαν, ἵνα φάγητε σάρκας βασιλέων καὶ μεγιστάνων, ἵππων καὶ χιλιάρχων, δούλων καὶ ἐλευθέρων, καὶ ἀπὸ πάσης σαρκός. «Καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν πιστὸς καὶ ἀληθινός, ἐν δικαιοσύνῃ κρίνων καὶ πολεμῶν. Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα· οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι· τὸ δὲ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἕτερον ὄνομα γεγραμμένον, ὃ οὐδεὶς εἶδεν εἰ μὴ αὐτὸς μόνος· καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· καὶ τὰ στρατεύματα τοῦ οὐρανοῦ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς καὶ ἱματισμῷ λευκοβυσσίνῳ καθαρῷ. Καὶ συνεκρότησαν αὐτῷ πόλεμον τὸ ἀθροισθὲν πλῆθος τῶν βασιλέων τῆς γῆς καὶ τὰ στρατόπεδα αὐτῶν καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα καὶ ἀπατήσας τοὺς βασιλεῖς. Καὶ τὰ μὲν πλήθη ἀπεκτάνθησαν διὰ τῆς ῥομφαίας τῆς ἐκπορευομένης ἐκ τοῦ στόματος τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, τὸ δὲ θηρίον καὶ ὁ ψευδοπροφήτης αὐτοῦ, κρατηθέντες, ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν σάρκας ἀνθρώπων».