Ἄκουε· ὤμοσας τὸ φοβερὸν ὄνομα τοῦ Θεοῦ, ὅπερ οὐδὲ οἱ ἄγγελοι τολμῶσι· τοῦτο ἐκ τοῦ πονηροῦ ἐστιν, ὡς ὁ Κύριος ἐδήλωσεν· ἐψεύσω, ἥττημά ἐστιν· ἐλοιδόρησας, ἡττήθης· χρήματα ἀπέθηκας τοῦ ἀδελφοῦ σου, μᾶλλον δὲ τοῦ Χριστοῦ λιμώττοντος καὶ γυμνητεύοντος· ἐνικήθης νίκην χαλεπὴν καὶ ἀναπολόγητον, τὴν πρόξενον τοῦ ἐσχάτου ἐκείνου καὶ φοβεροῦ ἐγκλήματος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἀκόλουθα· καὶ τὸ χαλεπώτερον, ὅτι καὶ τὸν ἀδελφὸν τοῦ Χριστοῦ βοῶντα οὐκ ἠλέησας· καὶ μετὰ μικρὸν πάντα ὁμοῦ καταλιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ᾽ ἐναρίθμιος ἔσῃ μετὰ τῶν ἀκουόντων· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, καὶ τὰ ἑξῆς. Εἶδες ἐν ποίοις νενίκησαι, καὶ οὐ συνιεῖς; εἶδες πόσων παραπτωμάτων ὑπεύθυνος εἶ, καὶ ὡς νικητὴς καὶ ἀναίτιος ἐν ἀμελείᾳ διάγεις, ἡττημένος καὶ νενικημένος καὶ δείλαιος; Οὐκ ἤκουσας τὸ γεγραμμένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγήσατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφροσύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ Δεσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων· καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ διηγησάμενος τέλος ἐπήγαγε λέγων· Ὁ νικῶν κληρονομήσει ταῦτα. Τὴν νίκην προείπαμεν, εἰ κατέχετε· διὰ δὲ τοὺς ῥᾳθυμοτέρους καὶ πάλιν εἴπωμεν ποίαν λέγει νίκην.