Πάντοθεν ἡμᾶς ὁ διψῶν τὴν σωτηρίαν ἡμῶν θεὸς εἰς τὴν κληρονομίαν τῶν αὐτοῦ ἀγαθῶν διά τε χρηστῶν διά τε σκυθρωπῶν προτρέπεται, ὑπ’ ὄψιν ἡμῖν ἄγων τὴν τῆς ἄνω Ἰερουσαλὴμ λαμπρότητα καὶ τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα, ἵνα ἢ πόθῳ τῆς αἰωνίου δόξης ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ὡς καιρός ἐστι, τὸ ἀγαθὸν κατεργασώμεθα σὺν τοῖς λοιποῖς ἀπηγορευμένοις, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῇ κατὰ τοῦ διαβόλου πάλῃ τῷ δευτέρῳ θανάτῳ φήσας καταδικασθήσεσθαι. γένοιτο δὲ ἡμᾶς τὸν θελετὴν τοῦ ἐλέους, τὸν μὴ τὸν θάνατον τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν θέλοντα ἐξιλεουμένους ἀγαθαῖς πράξεσι τῶν αὐτοῦ τυχεῖν δωρεῶν, ἃς ἡμῖν οὐ μόνον ταῖς διὰ λόγων παραινέσεσιν, ἀλλὰ καὶ ταῖς δι’ ἔργων καὶ παθῶν προὐξένησιν. ἐξὸν γὰρ αὐτῷ ἀρκεσθῆναι μόναις ταῖς τοῦ ἀγαθοῦ καὶ κακοῦ προτροπαῖς ἢ ἀποτροπαῖς καὶ μετὰ τοῦτο ἢ κολάσαι ἢ τιμῆσαι τοὺς ἀξίους δόξης ἢ κολάσεως. ὁ δὲ καὶ παθεῖν δι’ ἡμᾶς οὐκ ἀπηξίωσεν, ἵνα μήτε τῷ αὐτεξουσίῳ λυμήνηται μήτε φανῇ τι παριδὼν τῆς ἡμῶν ἰατρείας καὶ ἐπανορθώσεως ἕνεκεν. μὴ τοίνυν εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δεξώμεθα, ἀλλ’ ἐμπράκτους αὐτοῦ τὰς εὐεργεσίας δι’ ἐπιστροφῆς καὶ ἔργων ἀγαθῶν ἐπιδείξεως ποιήσωμεν, ὅπως τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.