Καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. Φύλλα τοῦ ξύλου, δηλαδὴ τοῦ Χριστοῦ, αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ αὐτοῦ ἡ τελειοτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι. ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν, ἔσονται, διότι ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων, καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί, τὸν μὲν ἥττονος, τὸν δὲ πλείονος ἀξιοῦσαι λαμπρότητος, κατὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον, ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντως ξύλου τῆς ζωῆς τοῦ διὰ τῆς πρὸς σάρκα κοινωνίας δωρησαμένου ἡμῖν μετοχὴν πρὸς τὴν αὐτοῦ θεότητα. τούτων καρποὶ οἱ ἐν ἑκατὸν καρποφορήσαντες. φύλλα δὲ οἱ ἐν ἑξήκοντα, οἳ καὶ τοῖς ἐν τριάκοντα τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τῶν θείων φώτων τὴν αἴγλην διαπορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ἑκατὸν ἐδέξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν ἐστι διαφορά, τοσαύτη καὶ τῶν τότε σῳζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων, ὡς γέγραπται. εἰ δὲ ἑνικῶς «τὸ ξύλον» ἀντὶ «τῶν ξύλων» γέγραπται, τὴν ἑνιαίαν τῶν ἁγίων δηλοῖ συνδιαίτησιν καὶ ὁμόνοιαν.